2016-08-29

PREPARANDO LA LECTURA!


Ὁ Σύριος παῖς ὃν δυνάμεθα ἰδεῖν ἐν τῇ φωτογραφίᾳ ἐσώθη τῇ Τετάρτῃ ἡμέρᾳ ταύτης τῆς ἑβδομάδος ἐκ τῶν πτωμάτων οἰκοδομήματός τινος ἐν τῇ πόλει Ἀλέππῳ ὃ ἀεροσκάφεσι τοῦ Συρίου προέδρου Ἀσᾶδ ἢ τοῦ τῆς Ῥωσσίας προέδρου Ποῦτιν διεφθάρη. ὁ μὲν ἄνθρωπος ὃς τὸν παῖδα ἐκ τῶν πτωμάτων ἐξέσωσεν ἐπὶ θράνου ἔθηκεν ἐν ἀσθενοφόρῳ ὃ ἔτυχεν ἐκεῖ ὄν, ἕως δὲ ἰατρόν τινα ἐζήτει ἐργαστής τις τοῦ Aleppo Media Centre ταύτην τὴν φωτογραφίαν ἐποίησεν ἣ ταχέως διὰ πάντων τῶν δικτύων δραμούση σύμβολον γεγένηται τῆς τοῦ ἐν τῇ Συρίᾳ πολέμου ὀρρωδίας (οὗτος ὁ πόλεμος ἤρξατο ἤδη τὸ πεμπτὸν ἔτος).

τὸ ὄνομα τὸ τοῦ παιδὸς (πέντε ἔτη γεγονότος) Omran Daqneesh ἐστίν, κατὰ δὲ τοὺς ἰατροὺς οἳ αὐτὸν ἰάσαντο τραῦμα μὲν ἔπαθεν ἐν τῇ κεφαλῇ, οὐκέτι δὲ περὶ τοῦ βίου κινδυνεύει.

ὁ τὸν παῖδα σώσας ἄνθρωπός ἐστι τῆς κατασκευῆς “Λευκαὶ Κόρυθες“ καλουμένης· οἱ “Λευκαὶ Κόρυθες“ τρισχίλιοι ἐθελονταί εἰσιν, πάντες δὴ Σύριοι, οἳ καθ' ἡμέραν κινδυνεύουσιν ἐπειδὰν καὶ ὁπόταν ἀναγκαῖον ᾖ ἵνα σώσωσι τούτους οἵτινες ἂν διὰ τὸν πόλεμον πάσχωσιν

 COMO YA CONOCÉIS, MÁS NOTICIAS DE ACTUALIDAD EN GRIEGO CLÁSICO AQUÍ.